TLG 4242 001 :: CYRUS :: Περὶ διαφορᾶς στάσεως Περὶ διαφορᾶς στάσεως Citation: Section — (line) | ||
t | ΚΥΡΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΣΤΑΣΕΩΣ. | |
1(t) | ΠΕΡΙ ΚΑΤΑΣΟΦΙΣΜΟΥ. | |
1 | Τὰς τοῦ κατασοφισμοῦ ζητήσεις στοχαστικὰς ὡς ἐπὶ τὸ πλεῖστον εἶναι πάντες ἀπεφήναντο· οὐ γὰρ ζη‐ τοῦμεν, φασὶν, ἐν αὐταῖς τί ἐστιν τὸ κατασοφίσασθαι, ἵνα γένωνται οἱ ὅροι, ἀλλ’ ὁμολογουμένου τούτου, τοῦ | |
---|---|---|
5 | ὅτι κατασοφίσασθαί ἐστι τὸ ὅτῳ δὴ τρόπῳ ποιῆσαι τὸ κεκωλυμένον, ἡ ζήτησις πᾶσά ἐστι περὶ τοῦ εἰ ἑκὼν ἢ ἄκων ἐποίησε. Προκείσθω δὲ παραδείγματος ἕνεκεν ἐκεῖνο τὸ ζήτημα· νόμος τὴν ὀρφανὴν μήτε τὸν ἐπίτρο‐ πον γαμεῖν, μήτε τὸν τοῦ ἐπιτρόπου παῖδα. ἐπίτροπος | |
10 | τὸν υἱὸν ἀπεκήρυξεν, ἐκεῖνος ἐβιάσατο τὴν κόρην· εἵλετο αὐτοῦ τὸν γάμον ἡ παῖς· ἀνέλαβεν αὐτὸν μετὰ ταῦτα ὁ πατήρ· καὶ κρίνεται κατασοφισμοῦ· ὅτι μὲν γὰρ [οὐ] κεκώλυκεν ὁ νομοθέτης μὴ γαμεῖν τὸν υἱὸν τοῦ ἐπιτρό‐ που, γέγονεν· ἐκ τῆς τέχνης δῆλόν ἐστι, ζητεῖται δὲ εἰ | |
15 | ταῦτα γνώμῃ τοῦ ἐπιτρόπου γέγονε. καὶ πᾶσα ἡ διαίρε‐ | |
σις ἔσται στοχαστική· καὶ τοῖς τοῦ στοχασμοῦ κεφα‐ λαίοις τεμοῦμεν ζήτημα πλὴν τῆς τῶν ἐλέγχων ἀπαιτή‐ σεως· ἐν γὰρ τοῖς γνωμικοῖς στοχασμοῖς τὸ κεφάλαιον τοῦτο ἐκλείπει· ὡς ἐπὶ τὸ πλεῖστον μὲν οὖν στοχαστικαί | 387 | |
20 | εἰσιν, ὡς ἔφαμεν, αἱ τοῦ κατασοφισμοῦ ζητήσεις· ἔσονται δέ ποτε καὶ ἀντιληπτικαὶ, ὡς ἐπ’ ἐκείνου τοῦ ζητήματος· ἐξῆν καὶ ἐκ δούλης παιδοποιεῖσθαι, ἔχων τις γνήσιον ἔσχεν καὶ ἐκ δούλης παῖδα· νόμου κελεύοντος, διανέμειν μὲν τὸν πρεσβύτερον, αἱρεῖσθαι δὲ τὸν νεώτερον, διένειμεν | |
25 | ὁ γνήσιος ἀντιτιθεὶς τῇ λοιπῇ οὐσίᾳ τὴν μητέρα τοῦ ἀδελφοῦ· ἐκεῖνος εἵλετο τὴν μητέρα καὶ κρίνει τὸν νεί‐ μαντα κατασοφισμοῦ· οὐκ ἀρνεῖται ἐνταῦθα ὁ νείμας, ἀλλά φησιν, ὅτι καὶ κατ’ ἐξουσίαν διένειμα, καὶ δίκαιος ἡ διανομή· μητέρα γὰρ ἀντέθηκα τοῖς κτήμασιν· καὶ | |
30 | ὅλως εὔηθες τὴν ζήτησιν οἴεσθαι εἶναι περὶ τὴν γνώμην τοῦ νείμαντος· πότερον ἑκὼν ἐποίησεν ἢ ἄκων· ὁμολογῶν γὰρ ἐκεῖνος τὸ πεποιηκέναι, τὸ κατ’ ἐξουσίαν προβάλλε‐ σθαι· ἔσονται δέ ποτε καὶ συλλογιστικοὶ κατασοφισμοί· οἷον νόμος ἐκώλυεν ὀνομαστὶ μὴ κωμῳδεῖν τὰ πρόσωπα· | |
35 | τὶς αὐτὰ εἰσάγει· καὶ κρίνεται κατασοφισμοῦ· δῆλος μὲν γὰρ κατασοφισμὸς, ὅτι ἑτέρῳ τρόπῳ πεποίηκε τὸ κεκωλυ‐ μένον· διαιρεῖται δὲ τοῖς τοῦ συλλογισμοῦ κεφαλαίοις, τοῦ μὲν κρινομένου λέγοντος, μὴ εἶναι ἑαυτὸν ὑπεύθυνον τῷ ῥητῷ· μὴ γὰρ πρὸς ὄνομα κεκωμῳδηκέναι, τοῦ κατη‐ | |
40 | γόρου λέγοντος, ὅτι ἴσον ἐστὶ τῷ κεκωλυμένῳ· ἐγὼ δὲ σὲ οὐ παρανομῶν κρίνω, ἀλλ’ ὅτι κατεσοφίσω αὐτὸ | |
ποιῶν· τοῦτο δὲ ἄλλος ὅρον εἴρηκεν, οὕτως ὁριζόμενος· νόμος πρὸς ὄνομα μὴ κωμῳδεῖν· κωμῳδουμένου τινὸς, ὁ δῆμος ἀνεβόησεν οὐ δεῖν κωμῳδεῖν· ἔσονταί ποτε καὶ | 388 | |
45 | ἀντιστατικοὶ σοφισμοὶ, ὅταν ἐπὶ συμφέροντί τις κατασε‐ σοφίσθαι λέγῃ· καθόλου τοίνυν ἰστέον ὅτι οἱ κατασο‐ φισμοὶ ὡς ἐπὶ τὸ πλεῖστον στοχαστικοὶ ἔσονται, ἐνίοτε δὲ καὶ ἀντιστατικοὶ καὶ συλλογιστικοὶ, οὐ μὴν ὅροι. | |
2(t) | ΠΕΡΙ ΔΗΜΟΥ ΑΠΑΤΗΣ. | |
1 | Αἱ τῆς ἀπάτης ζητήσεις ὡς ἐπὶ τὸ πλεῖστον μὲν καὶ αὗται στοχαστικαὶ ἔσονται ζητούντων εἰ ἑκὼν ἠπάτη‐ σεν ἢ ἄκων· οὐ μὴν ἀλλὰ καὶ ὅροι· καὶ πολλάκις εὑρε‐ θήσονται, ὅταν ζητῶμεν, ὅτι ἐστὶ τὸ ἀπατᾷν· δύνανται | |
5 | δὲ καὶ ἀντιστατικαὶ γίνεσθαι, ἂν λέγῃ φεύγων, ἐξηπά‐ τησε μὲν, ἀλλ’ ἐπὶ συμφέροντι· ὡς οἱ ἰατροὶ καὶ οἱ κυ‐ βερνῆται, εὐθυμίας ἕνεκα τῶν ὑποτεταγμένων· πρὸς δὲ καὶ οἱ στρατηγοί· ἔσονται δέ ποτε καὶ ἀντεγκληματικαί, ὅταν ὁ φεύγων ἀντεγκαλῇ τῷ διώκοντι ὡς ἀξίῳ ὄντι | |
10 | ἀπατηθῆναι· οἷός ἐστι, φησὶν, ὁ Θεμιστοκλῆς ὁ ἀπά‐ της ὑπὸ τῶν Λακεδαιμονίων ἐπὶ τῷ τειχισμῷ κρινόμενος· καθόλου τοίνυν ἰστέον, ὅτι οἱ τῆς ἀπάτης κρινόμενοι ἢ στοχαστικὰς ἢ ὁρικὰς ἢ ἀντεγκληματικὰς ἢ συγγνωμονι‐ κὰς τὰς ζητήσεις ποιήσουσι. | |
3(t) | ΠΕΡΙ ΚΑΚΩΣΕΩΣ. | |
1 | Αἱ τῆς κακώσεως δίκαι ὡς ἐπὶ τὸ πλεῖστον ἀντιλη‐ πτικαὶ ἔσονται, ἔχουσαι μὲν τύπῳ παραγραφικῷ τὸ ὁρι‐ στικὸν προκείμενον· οἷον ἐπ’ ἄλλοις ἡ κάκωσις ἐπὶ τὴν γυναῖκα ὑβρίζειν· ἢ προόδους αὐτῇ κωλύειν, ἢ τὴν προῖ‐ | |
5 | κα διαφθείρειν, ἢ ἄλλην ἐπεισάγειν γυναῖκα· ἀντιληπτι‐ καὶ δὲ οὖσαι μᾶλλον διὰ τὸ ἔχειν αὐτὸν τὴν ἐξουσίαν προβάλλεσθαι· οἷον ἐπεισάγων τις τοῖς παισὶ μητρυιὰν ἀπεκήρυξεν αὐτοὺς, καὶ κρίνεται ὑπ’ αὐτῶν κακώσεως, μετὰ τὰ προειρημένα ἐρεῖ ὁτὲ καὶ ἐξῆν· ἑξῆς καὶ εἰς τὸν | 389 |
10 | νόμον ἡ ζήτησις· ὅπου γὰρ ἐπιλαμβάνεται νόμου, ἢ ἁπλῶς ἐγγράφου, ῥητὸν καὶ διάνοια ἀκολουθεῖ· ὅτι φό‐ βου ἕνεκα νόμος κεῖται καὶ οὐκ ἀληθείας. εἰ δὲ καὶ πάν‐ τως οὐ παρανομῶν σε κρίνω, ἀλλ’ ὅτι τὴν γυναῖκα λε‐ λύπηκας. | |
4(t) | ΠΕΡΙ ΚΑΚΟΥ ΒΙΟΥ. | |
1 | Αἱ τοῦ κακοῦ βίου ζητήσεις ἔχουσι μὲν καὶ αὗται προηγούμενον τὸ ὁριστικὸν, ζητούντων ἡμῶν, τίς ὁ κα‐ κὸς βίος· εἰσὶ δ’, ὅταν μὲν ἐφ’ οἷς τις αὐτὸς πεποίηκε κρίνηται, ἀντιληπτικαὶ, ὅταν δὲ ἐφ’ οἷς πεποίηκε, στο‐ | |
5 | χαστικαί. παραδείγματα ἀμφοτέρων· ἀναιρεῖ τις τοὺς φυγάδας κατιόντας, καὶ τούτῳ χρώμενος κακοῦ βίου κρί‐ νεται· προηγουμένων τῶν παραγραφικῶν, ὅτι οὐκ ἀφ’ ἑνὸς δεῖ κρίνεσθαι, ἀλλὰ πολλῶν καὶ τῶν καθ’ ἑκάστην ἡλικίαν πεπραγμένων, ἕπεται τῷ ἀντιληπτικῷ, ὅτι ἐξῆν | |
10 | ἀναιρεῖν τοὺς φυγάδας· τοῦ δὲ στοχαστικοῦ παράδειγμα· συνεχῶς τις κηρυττόμενος κακοῦ βίου κρίνεται· τοῦτο γὰρ τοῖς τοῦ στοχασμοῦ κεφαλαίοις διαιρεῖται· γένοιντο δ’ ἄν ποτε καὶ συγγνωμονικαί· οἷον ἐρασθέντι τῷ προ‐ γόνῳ μητρυιᾶς συνεχώρησεν ὁ πατὴρ καὶ κρίνονται οἱ | |
15 | τρεῖς κακοῦ βίου· ἰστέον οὖν ὅτι καθόλου ἡ ἀντίληψις· καὶ ἔσονται ἢ τινὲς τῶν δικαιολογικῶν ἢ στοχαστικαὶ ἢ | |
συγγνωμονικαί. | 390 | |
5(t) | ΠΕΡΙ ΚΑΚΟΥ ΕΘΟΥΣ. | |
1 | Αἱ τοῦ κακοῦ ἔθους ἀντιλήψεις εἰσί· ζητεῖται γὰρ ἐν αὐταῖς θετικῶς, εἰ καλῶς ταῦτα ἔπραξεν, ἢ οὔ· ἄτο‐ πον δέ φησι τὸ προστιθέναι, ὅτι ἐπ’ ἄλλοις τὸ κακὸν ἔθος ἤδη προχωρήσει· αὔξεται δὲ ἀπὸ τῆς ἐξουσίας· καὶ | |
5 | ἀντιλήψεις μέν εἰσι τὸ μὴ παρὰ τοῦ μέλλοντος εἶναι ζή‐ τησιν ἁπλῶς, ἀλλὰ κρίσιν τοῦ φανέντος ἤδη· ὅπερ ἐπὶ ταῖς δικαιολογικαῖς ὑπάρχει· πάλιν αὐτῶν τῶν δικαιολο‐ γικῶν ταύτῃ διαφέρουσιν· ἀντιλήψεις γίγνονται ὅτι ἐν ἐκείναις μὲν ὁμολογεῖται τὸ ἀδίκημα, ἐν ταύτῃ δὲ ζητεῖ‐ | |
10 | ται εἰ κακόν ἐστιν ἢ οὔ. | |
6(t) | ΠΕΡΙ ΑΧΑΡΙΣΤΕΙΑΣ. | |
1 | Αἱ τῆς ἀχαριστείας γραφαὶ ἔχουσι καὶ τὸ πῶς ἀχά‐ ριστος· ὅπερ ἐστὶν ὁριστικόν· εἰσὶ δὲ καὶ ἀντιλήψεις καὶ ἀντιστάσεις· ἀντιλήψεις μὲν, οἷον ἀποκηρύκτων ἐξῆλθεν ἡ μήτηρ· ἐκεῖνος μισθοφορεῖ καὶ κρίνεται ὑπὸ τῆς μη‐ | |
5 | τρὸς ἀχαριστείας· ἄλλοι δέ φασι, συνεμπίπτειν μὲν τῇ ἀντιλήψει τὰς τῆς ἀχαριστείας γραφὰς, μὴ χρῆναι δεῖν αὐτὰς, ἄλλως τε γὰρ μᾶλλόν φησιν ὁ κρινόμενος, ἐν οἷς ἐξῆν αὐτὸν μὴ διαλῦσαι τὴν χάριν· ἄμεινον οὖν ἐν ταῖς τοιαύταις γραφαῖς ἐπὶ τὰς ἄλλας τὰς δικαιολογικὰς κα‐ | |
10 | ταφεύγειν ἀντιστάσεις, ἀντεγκλήματα, συγγνώμας· ἄλλος δέ τίς φησιν, ὁριστικὴν μὲν εἶναι τὴν ἀχαριστείαν· ἂν γὰρ ὁρίσηται ὁ ἕτερος ὅτι ἀχαριστίας ἐστὶ τὸ δυνάμενόν τινα μὴ ἐκτῖσαι χάριν, οὐδὲν ἔχειν εἰπεῖν τὸν ἕτερον, ἀν‐ τιληπτικὴν δὲ οὐχὶ τὴν ἐξουσίαν ἀντιθέτως ἀλλὰ λέγον‐ | |
15 | τος, ὅτι οὐ δικαίαν με χάριν ἀπαιτεῖ· καὶ τῆς ζητήσεως | |
οὔσης περὶ τὸ δίκαιον. | 391 | |
7(t) | ΠΕΡΙ ΠΛΡΑΝΟΙΑΣ. | |
1 | Αἱ τῆς παρανοίας γραφαὶ ἀντιλήψεις εἰσὶν, ἔχου‐ σαι καὶ αὗται τύπῳ παραγραφικῷ τὸ ὁριστικόν· παρά‐ δειγμα δὲ νόμος, καὶ ἐπὶ μητρὶ μοιχὸν καταλαβόντα ἀν‐ αιρεῖν· καταλαβὼν ὁ παῖς ἐπὶ τῇ μητρὶ ἀπέκτεινεν ἀμ‐ | |
5 | φοτέρους· ἐγράψατο αὐτὸν ὁ πατὴρ φόνου· οὐχ εἷλε, καὶ κρίνεται ὑπ’ αὐτοῦ παρανοίας. ἐρεῖ γὰρ ὅτι ἐξῆν μοι γράφεσθαι· εἶτα ἐπὶ τέλει θήσει τὸ ἀντιστατικὸν, ὅτι καὶ ὑπὲρ σοῦ· ἄλλος τις σφοδρότερον κατηγορήσει καὶ πάλιν ἐπικειμένου τοῦ ζητήματος· τρεῖς τις εἶχε παῖδας, | |
10 | ὁ πρεσβύτερος ἑταίρας ἐρῶν ἀπήγξατο· ὁ δεύτερος τῆς αὐτῆς ἐρᾷ· οὐκ ἀποκηρύσσει αὐτὸν ὁ πατὴρ καὶ κρίνε‐ ται ὑπὸ τοῦ τρίτου παρανοίας· ἐρεῖ γὰρ ὅτι ἐξῆν μοι καὶ ἀποκηρύσσειν καὶ μή. | |
8(t) | ΠΕΡΙ ΑΓΡΑΦΟΥ ΑΔΙΚΗΜΑΤΟΣ. | |
1 | Αἱ τοῦ ἀγράφου ἀδικήματος ζητήσεις ἀντιληπτικαί εἰσιν, ἔχουσαι τύπῳ παραγραφικῷ τὸ ὁριστικόν· ἐπιπλέ‐ κεται δὲ αὐταῖς καὶ ἀντιστατικόν· οἷον μανέντι τῷ πέ‐ νητι καὶ ἀποκτείναντι τοὺς παῖδας ἔδωκεν ὁ πλούσιος | |
5 | σωφροσύνης φάρμακον, καὶ κρίνεται αὐτὸν ἀγράφου ἀδικήματος· ἐνταῦθα γὰρ μετὰ τὸ εἰπεῖν τὸν κατή‐ γορον, ὅτι ἄγραφόν ἐστι τὸ ἀδίκημα, τὸ ἐν μὲν τῷ νόμῳ μὴ γεγραμμένον, τοῖς δὲ ἔργοις γιγνόμενον, ἐρεῖ ὁ φεύγων, ὅτι ἐξῆν μοι σῶσαί τινα, εἶτα ἐπιπλέξει καὶ τὸ | |
10 | ἀντιστατικὸν, ὅτι καὶ ὑπὲρ τοῦ δήμου ἐποίησα· ὁ γὰρ | |
τοὺς παῖδας φονεύσας οὐκ ἂν οὐδὲ τῶν ἔξω ἐφείσατο. | 392 | |
9(t) | ΠΕΡΙ ΑΔΙΚΟΥ ΑΠΟΠΟΜΠΗΣ. | |
1 | Αἱ τῆς ἀδίκου ἀποπομπῆς γραφαὶ ἢ ἀδίκου ἐπι‐ τροπαὶ ἢ ἀδίκου ἀπολείψεως ταράξουσι μὲν τοῖς ὀνό‐ μασιν· εὑρεθήσεται, φησὶν, ἐν ταῖς δικαιολογικαῖς πλὴν τῆς ἀντιλήψεως· πλὴν γὰρ ἐξουσίαν ὁ νόμος ἀναιρεῖ· | |
5 | τὰ πολλὰ δὲ ἀντεγκληματικὰ ἔσονται· δεῖ δὲ, φησὶν, ἐν αὐταῖς ζητεῖν, μή τι παραγραφικὸν ἐμπίπτοι, ὥσπερ ἐν ταῖς τοῦ κακοῦ βίου γραφαῖς· ὅτι μηδεὶς ὀφείλει ἐφ’ ἑνὶ δι’ εὐθυνῶν εἶναι τοῦ βίου παντὸς, ἀλλὰ καὶ ἐπὶ πολλοῖς, καὶ ὅλως τῷ βίῳ. | |
10(t) | ΠΕΡΙ ΑΙΤΗΣΕΩΣ ΔΩΡΕΑΣ. | |
1 | Αἱ τῶν δωρεῶν αἰτήσεις, ἐὰν περὶ τοῦ τρόπου τῆς δωρεᾶς ζήτησιν ἔχωσι, πραγματικῆς εἰσι στάσεως· ἐὰν δὲ περὶ τοῦ δεῖν ὅλως τιμηθῆναι, ὁριστικῆς ἔσται, φησὶ, καὶ κατὰ ῥητὸν καὶ διάνοιαν· παράδειγμα τούτων | |
5 | πραγματικῆς μὲν, ἑταίρα τύραννον ἀποκτείνασα αἰτήσει γέρας ἀριστεῖ γαμηθῆναι· περὶ γὰρ τοῦ τρόπου τῆς δω‐ ρεᾶς καὶ ἡ ζήτησις· ὁριστικῆς δὲ, ἀριστεὺς ᾔτησεν ἀλ‐ λοτρίαν γυναῖκα, ἔλαβεν, ἀπῆγξεν ἑαυτὴν ἡ γυνή· ἄλλην αἰτεῖ δωρεάν· περὶ γὰρ τοῦ εἰ ὅλως δεῖ λαβεῖν ἡ ζήτη‐ | |
10 | σις· ῥητοῦ δὲ καὶ διανοίας· δορυφόρος ἀποκτείνει τύ‐ ραννον· ὁ μὲν γὰρ τῷ ῥητῷ χρῆται, ὁ δὲ τῇ διανοίᾳ, λέγων, ἐπὶ τοῖς ἀνευθύνοις τὴν δωρεὰν αἰτεῖσθαι· ἔσται δέ ποτε καὶ συνεζευγμένη ἐκ πραγματικῆς, ἢ ὁριστικῆς, | |
ἢ νομικῆς· οἷον τὸν τρεῖς κλέπτας ἐλέγξαντα δωρεὰν | 393 | |
15 | λαμβάνειν· δύο τις ἐλέγξας ἤλεγξε τρίτον ἑαυτὸν, καὶ αἰτεῖ εἰς τὸ γέρας σωθῆναι· πρώτη γὰρ ἡ πραγματικὴ λεγόντων ἡμῶν, εἰ καὶ ἔξεστί σοι γέρας λαβεῖν· ἀλλ’ οὐ τοῦτο ὅπερ ἡ πραγματικὴ, νῦν δὲ οὐκ ἔξεστί σοι· οὐ γὰρ ἄλλον ἤλεγξας, ἀλλὰ σεαυτὸν, καὶ οὐδ’ ἤλεγξας, ἀλλ’ | |
20 | ὡμολόγησας· τοῦτο ῥητὸν καὶ διάνοια καὶ ὅρος· ἐὰν δὲ ἐναλλὰξ εἴποις, οὐκ ἔξεστί σοι προσλαβεῖν. εἰ δὲ καὶ ἔξεστιν, οὐ τοῦτο ἐν τῷ οὐκ ἔξεστιν ἀνασκευάσεις τὸ ἤδη προκατεσκευασμένον. | |
11(t) | ΠΕΡΙ ΠΡΟΣΑΓΓΕΛΙΩΝ. | |
1 | Αἱ προσαγγελίαι, ἐὰν μὲν οἰκέτην τις προσάγῃ, ἀν‐ τιληπτικαὶ ἔσονται, ὡς ὁ ἀττικίζων οἰκέτης, καὶ προσ‐ αγόμενος ἦν, ἥ τις τῷ δικαιολογικῷ, ἐὰν δὲ αὐτόν τις προσαγγέλῃ, πραγματικῆς ἔσονται στάσεως. | |
12(t) | ΠΕΡΙ ΤΙΜΗΣΕΩΝ ΚΑΙ ΑΝΘΥΠΟΤΙΜΗΣΕΩΝ. | |
1 | Αἱ τιμήσεις καὶ ἀνθυποτιμήσεις πραγματικαί εἰσι· δῆλον γὰρ ὅτι προκατενεχθείσης ἑτέρας ψήφου ἡ ζήτη‐ σις, πότερον ταύτης ἐστὶ τῆς τιμωρίας, ἢ ἑτέρας ἄξιος. | |
13(t) | ΠΕΡΙ ΑΠΟΚΗΡΥΞΕΩΝ. | |
1 | Αἱ ἀποκηρύξεις ποτὲ μὲν συγγνωμονικαὶ ἔσονται ὡς ἐπὶ τοῦ ἐρῶντος καὶ ἀποκηρυσσομένου, ποτὲ δὲ ἀντιληπτικαὶ, ὡς ἐπὶ τοῦ συνεχῶς ἀποδημοῦντος καὶ ἀποκηρυσσομένου, ποτὲ δὲ ἀντιστατικαὶ, ὡς ἐπὶ | |
5 | τοῦ φυγάδος ὄντος τοῦ πατρὸς, ἐπὶ τοῖς ὁρίοις φαι‐ νομένου μετὰ ξίφους, καὶ μετὰ τὴν κάθοδον ἀποκη‐ ρυσσομένου, καὶ ὅλως ὑπόκεινται, φησὶ, ταῖς δικαιο‐ | |
λογικαῖς· ἔσονται δὲ πραγματικαί· οἷον ἀπεκήρυξέ τις τὸν παῖδα μανέντα, ἀνέλαβε σωφρονήσαντα, πάλιν ἀπε‐ | 394 | |
10 | κήρυξεν. ἐνταῦθα γὰρ μὴ εἶναι κατηγορίαν, οὐδ’ εἰ ἠδί‐ κησε ζητεῖσθαι, ἀλλὰ πραγματικῶς, εἰ τὸν ἅπαξ ἀναλη‐ φθέντα οὐκ ἔτι δεῖ ἀνακηρύττεσθαι· ἐὰν ἄλλο μὴ ᾖ καινὸν ἔγκλημα, ἢ οὐκ ἀποκηρύττει, ἀλλ’ ἀποδίδωσι τὴν προτέραν ἀποκήρυξιν· καὶ τὸ μὲν ἀδικεῖν τότε ἐκρίθη· | |
15 | ἀκόλουθον δὲ σώζειν τὰ κεκριμένα, ἢ ἔλυσεν αὐτὰ τοῦ κελεῦσαι· ἐνταῦθα γὰρ οὐκ ἔστιν ὡς ἐπ’ ἀδικήματι κα‐ τηγορία· οὐδὲ τοῦ εἰ ἀδικεῖ ζήτησις, ἀλλ’ ἐπὶ τοῖς οὕτω πεπραγμένοις τι ποιητέον ἐστίν. | |
14(t) | ΠΕΡΙ ΔΟΚΙΜΑΣΙΑΣ. | |
1 | Αἱ δοκιμασίαι, ἐὰν μὲν ἐκ ῥητοῦ ὦσι, πραγματικαί εἰσι, καὶ διαιροῦνται τοῖς τοῦ ἐγκωμίου κεφαλαίοις· οἷον μετὰ τὰ κατὰ Κύζικον Ἀλκιβιάδης δᾳδουχεῖν δοκιμάζε‐ ται· ἐὰν δὲ μετὰ ῥητοῦ, ὁριστικαί· οἷον, νόμος τὸν ὁλό‐ | |
5 | κληρον ἱερᾶσθαι· οὐ γελᾷ τις καὶ δοκιμάζεται. | |
15(t) | ΠΕΡΙ ΒΟΥΛΗΣ. | |
1 | Αἱ τοῦ βουλεύεσθαι ζητήσεις οὐκ ἀεὶ πραγματικαί εἰσιν, ἀλλ’ ἔσονταί ποτε καὶ ἄλλης στάσεως· οἷον ἐν λι‐ μῷ καὶ πολιορκίᾳ ἐψηφίσαντο τοὺς ἀχρήστους ἀποκτεῖ‐ ναι. ἠρίστευσέ τις τῶν χειρῶν ἀφῃρημένος, καὶ βουλεύ‐ | |
5 | ονται· ἀπὸ γὰρ τοῦ ῥητοῦ ἡ ζήτησίς ἐστι, πότερον τοὺς γέροντας καὶ τὰς γυναῖκας μόνας ἀνῃρῆσθαι δεῖ, ἢ καὶ τοὺς ἄνδρας, ἂν ὦσιν ἄχρηστοι· εἶτα τὸ ὁριστικόν· εἰ μηδὲ ἄχρηστος οὗτος. | |
16(t) | ΠΕΡΙ ΤΩΝ ΑΜΦΙΣΒΗΤΗΣΕΩΝ. | |
1 | Αἱ ἀμφισβητήσεις, ἐὰν μὲν περὶ τοῦ τῆς ἐπιτηδειό‐ τητος, εἴ τις μᾶλλον ἄξιος, ἢ ὅλως τὰς ζητήσεις περὶ μέλλοντος ἔχουσι, πραγματικαί εἰσιν, ὡς ἐπὶ τούτου· ἔδοξε βασιλεύεσθαι τὴν Ἑλλάδα· Ἀρχίδαμος καὶ Περι‐ | 395 |
5 | κλῆς ἀμφισβητοῦσι, καὶ διαιρεθήσονται τοῖς τῶν προσώ‐ πων τόποις· ὅταν δὲ περὶ τοῦ τί ἐστιν ἀμφισβητῶσι, καὶ περὶ παρεληλυθότος ἐστὶ χρόνου ἡ ζήτησις, τότε ὁριστι‐ καὶ ἔσονται· οἷον τύραννος ἐρῶν γυναικὸς σχηματίσας δορυφόρον καὶ καταλιπὼν ἐπὶ τῆς ἀκροπόλεως κατῆλθεν | |
10 | αὐτὸς πρὸς τὴν γυναῖκα· κατὰ τὸν αὐτὸν χρόνον καὶ ὁ τῆς γυναικὸς ἀνὴρ εὑρὼν ἐκεῖνον ἐπὶ τῆς οἰκίας κτείνει, καὶ ἕτερος ἐλθὼν ἐπὶ τῆς ἀκροπόλεως ἀπέκτεινε τὸν δο‐ ρυφόρον ὡς τύραννον, καὶ περὶ τοῦ γέρως ἀμφισβητοῦ‐ σιν· ἐνταῦθα γὰρ περὶ τοῦ τίς ὁ τὸν τύραννον ἀπο‐ | |
15 | κτείνας οὐ τίς ἐπιτηδειότερος ζητοῦσι· καὶ τῶν μὲν ἑκα‐ τέρων, πῆ μὲν πέπρακται, τῷ δὲ λείπει· τοῖς δὲ ὁλό‐ κληρά ἐστι τὰ πεπραγμένα. | |
17(t) | ΜΕΘΟΔΟΣ ΕΠΙ ΤΑΣ ΕΥΡΕΣΕΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ. | |
17a(t) | Στοχασμός. | |
1 | Ἐὰν ὁ κρινόμενος πάντη ἀρνῆται, καὶ ἡ ζήτησις ἡ περὶ τοῦ εἰ γέγονε τὸ πρᾶγμα ἢ ἔσται, καὶ μὴ συμ‐ φωνῇ τὸ σημεῖον τῷ ἐγκαλουμένῳ, ἢ τὸ κρινόμενον ἀφα‐ νές ἐστι, στοχασμὸς ἔσται. | |
17b(t) | Ὅρος. | |
1 | Ἐὰν δὲ τὰ μὲν ὁμολογῇ ὁ κατήγορος, τὰ δὲ ἀρνῆ‐ ται, καὶ ἡ ζήτησις ᾖ περὶ τοῦ, εἰ τοῦτό ἐστιν, ἢ ἐκεῖνο, καὶ τὰ μὲν πεπραγμένα ᾖ, τὰ δὲ λείποντα, ἡ ζήτησις | |
ἔσται ὁρική. | 396 | |
17c(t) | Ἀντίληψις. | |
1 | Ἐὰν μὲν τὸ πεπραγμένον ᾖ εἰρημένον αὐτὸ καθ’ ἑαυτὸ ἀ‐ δίκημα, ἢ ἔθος, ἢ τέχνην ἀναφέρηται· ἀπὸ δὲ τῆς περιστά‐ σεως ἐλέγχηται καὶ ἄλλο ἀπ’ ἄλλου κρίνηται, οὐχ ὥσπερ ἐν στοχασμῷ σημεῖον ἡμῶν, ἢ τὸ λεχθὲν, τοῦ ἐγκαλουμέ‐ | |
5 | νου ποιουμένων, ἀλλὰ τὸ μὲν πραχθὲν, ἢ τὸ λεχθὲν ἐν αὐτῷ μεμφομένων, ὄνομα δὲ αὐτῷ ἕτερον τιθεμένων, ἀντιληπτικὴ γίνεται ἡ ζήτησις. | |
17d(t) | Μετάστασις. | |
1 | Ἐὰν ὁμολογῇ μὲν ὁ φεύγων τὸ ἀδίκημα, μεθιστῇ δὲ εἰς ἕτερον πρᾶγμα ἢ πρόσωπον τὸ κεκωλυκὸς δυνάμενον εὐθύνας δοῦναι, μεταστατικὴν ποιεῖ τὴν στάσιν. | |
17e(t) | Ἀντίθεσις. | |
1 | Ἐὰν ὁμολογῆται μὲν τὸ ἀδίκημα, καὶ εὐεργέτημά τι ἀποδεικνύῃ, ἀντιστατικὴν ποιεῖ τὴν στάσιν. | |
17f(t) | Συγγνώμη. | |
1 | Ἐὰν ἀδίκημα μὲν ᾖ γεγονὸς ὁμολογούμενον, λέγῃ δὲ ὁ φεύγων ἄκων αὐτὸ πεποιηκέναι, ἢ μεταφέρῃ εἰς πρό‐ σωπον, μὴ δυνάμενον δὲ εὐθύνας δοῦναι τῆς αἰτίας, συγγνωμονικὴν ποιεῖ τὴν στάσιν. | |
17g(t) | Πραγματική. | |
1 | Ἐὰν περὶ μέλλοντος ἡ ζήτησις ᾖ, ἡ δοκιμασία ἄνευ ῥητοῦ, ἡ ἀξίωσις ὡρισμένη, ἢ νόμου εἰσφορὰ, ἢ προσαγ‐ | |
γελία, ἑαυτόν τινος προσαγγείλαντος, ἢ ὅλως σκέψις μελ‐ λόντων πραγμάτων οὐχ ὡς ἐν στοχασμῷ περὶ τοῦ εἰ | 397 | |
5 | ἔστιν, ἀλλὰ περὶ τοῦ, ποῖά τινα ἔστι, πραγματικὴν ποιή‐ σει τὴν στάσιν. | |
17h(t) | Ῥητὸν καὶ διάνοια. | |
1 | Ἐὰν εἷς ὁ νόμος, ἢ ψήφισμα, ἢ διαθήκη ἢ ἄλλο ἐν ῥητοῖς κείμενον, καὶ ὁ μὲν κατήγορος τῷ ῥητῷ χρῷτο, ὁ δὲ φεύγων ταῖς διανοίαις, ῥητὸν καὶ διάνοια ἔσται ἡ στάσις. | |
17i(t) | Συλλογισμός. | |
1 | Ἐὰν τῷ κεκωλυμένῳ ὑπὸ νόμου καὶ τῷ ἐγγράφῳ τὸ ἄγραφον καὶ μὴ κεκωλυμένον ὁ κατήγορος ἔξωθεν ἀπο‐ δεικνύῃ ὅμοιον, συλλογιστικὴ ἔσται ἡ στάσις. | |
17l(t) | Ἀντινομία. | |
1 | Ἐὰν δὲ δύο ὦσιν νόμοι, ἢ δύο ψηφίσματα, ἢ ὅλως δύο ῥητὰ, ἢ ἓν εἰς δύο τμηθῇ, καὶ τῷ μὲν ὁ ἕτερος χρῷτο, τῷ δὲ ὁ ἕτερος, μὴ φύσει ὄντων ἐναντίων τῶν ῥητῶν, ἀλλ’ ἐκ τῆς περιστάσεως μαχομένων, ἀντινομία | |
5 | ἔσται ἡ στάσις. | |
17m(t) | Ἀμφιβολία. | |
1 | Ἐὰν ᾖ ῥητὸν, καὶ ὁ μὲν οὕτως αὐτὸ ἐκδέχηται, ὁ δὲ οὕτως, ἀμφιβολία ἔσται ἡ στάσις. | |
17n(t) | Μετάληψις ἔγγραφος. | |
1 | Ἐὰν ἡ ζήτησις περὶ τοῦ πότερον δεῖ εἰσελθεῖν τὴν | |
δίκην ἢ οὒ, καὶ περὶ τοῦ πότερον ἐν τούτῳ τῷ δικαστη‐ ρίῳ, ἢ ἐν ἐκείνῳ, καὶ περὶ τοῦ πότερον ὑπ’ αὐτοῦ, ἢ ὑπ’ ἄλλων, μετάληψις ἔγγραφος ἔσται. | 398 | |
17o(t) | Ἄγραφος μετάληψις. | |
1 | Ἐὰν ὁ κατήγορος συγχωρῇ μὲν τὸ πεπραγμένον, λαμ‐ βάνῃ δὲ ἢ τόπον ἢ χρόνον, ἢ αἰτίαν, μετάληψις ἔσται ἄγραφος. Εἰσὶ δὲ καὶ τοῦ φεύγοντος μεταλήψεις· καὶ γνω‐ | |
5 | στέον δὲ αὐτὰς ἐκ τοῦ τὸν μὲν κατήγορον τὸ πρᾶγμα αἰτιᾶσθαι, τὸν δὲ φεύγοντα μεταλαμβάνειν ἢ τόπον ἢ τρόπον ἢ πρόσωπον ἢ χρόνον ἢ αἰτίαν. | |
8t | Τέλος Κύρου περὶ διαφορᾶς στάσεως. | 399 |